Ancient Greek · ~2 min
Chapter 10
Plutarch, Τίτος 10.2
Not analysed yet
τοὺς δὲ Ἕλληνας ἐρωτῶντες εἰ κλοιὸν ἔχοντες βαρύτερον μὲν, λειότερον δὲ τοῦ πάλαι τὸν νῦν, χαίρουσι, καὶ θαυμάζουσι τὸν Τίτον ὡς εὐεργέτην, ὅτι τοῦ ποδὸς λύσας τὴν Ἑλλάδα τοῦ τραχήλου δέδεκεν. ἐφʼ οἷς ἀχθόμενος ὁ Τίτος καὶ βαρέως φέρων, καὶ δεόμενος τοῦ συνεδρίου, τέλος ἐξέπεισε καὶ ταύτας τὰς πόλεις ἀνεῖναι τῆς φρουρᾶς, ὅπως ὁλόκληρος ἡ χάρις ὑπάρξῃ παρʼ αὐτοῦ τοῖς Ἕλλησιν.