Ancient Greek · ~1 min
Chapter 16
Plutarch, Τίτος 16.1
Not analysed yet
πλεῖστον δὲ ἀγῶνα καὶ πόνον αὐτῷ παρεῖχον αἱ περὶ Χαλκιδέων δεήσεις πρὸς τὸν Μάνιον, ἐν ὀργῇ γεγονότων διὰ τὸν γάμον ὃν παρʼ αὐτῶν ἔγημεν Ἀντίοχος ἤδη τοῦ πολέμου συνεστῶτος, οὐ καθʼ ὥραν οὐδὲ κατὰ καιρόν, ἀλλʼ ἐρασθεὶς ἀνὴρ πρεσβύτερος κόρης, ἣ θυγάτηρ μὲν ἦν Κλεοπτολέμου, καλλίστη δὲ λέγεται παρθένων γενέσθαι.