Ancient Greek · ~1 min
Chapter 19
Plutarch, Τίτος 19.4
Not analysed yet
οὐ μὴν ἀλλὰ τοῦ Ῥωμαίων ποτὲ δήμου θέαν ἔχοντος ἐν τῷ θεάτρῳ καὶ τῆς βουλῆς, ὥσπερ εἴωθε, κόσμῳ προκαθημένης, ὀφθεὶς ὁ Λεύκιος ἐπʼ ἐσχάτοις που καθήμενος ἀτίμως καὶ ταπεινῶς οἶκτον ἔσχε· καὶ τὸ πλῆθος οὐκ ἠνέσχετο τὴν ὄψιν, ἀλλʼ ἐβόων μεταβῆναι κελεύοντες, ἕως μετέβη, δεξαμένων αὐτὸν εἰς ἑαυτοὺς τῶν ὑπατικῶν.