Ancient Greek · ~2 min
Chapter 20
Plutarch, Τίτος 20.3
Not analysed yet
Τίτος δέ πρεσβευτὴς διʼ ἑτέρας δή τινας πράξεις ὑπὸ τῆς βουλῆς πρὸς τὸν Προυσίαν ἀφικόμενος καὶ τὸν Ἀννίβαν ἰδὼν αὐτόθι διαιτώμενον, ἠγανάκτησεν εἰ ζῇ, καὶ πολλά τοῦ Προυσίου δεομένου καὶ λιπαροῦντος ὑπὲρ ἀνδρὸς ἱκέτου καὶ συνήθους οὐ παρῆκε. χρησμοῦ δέ τινος, ὡς ἔοικε, παλαιοῦ περὶ τῆς Ἀννίβου τελευτῆς οὕτως ἔχοντος, Λίβυσσα κρύψει βῶλος Ἀννίβου δέμας, ὁ μὲν ἄρα Λιβύην ὑπενόει καὶ τὰς ἐν Καρχηδόνι ταφάς, ὡς ἐκεῖ καταβιωσόμενος·