# Τίτος 3.1-3

Plutarch, Τίτος, 3.1 to 3.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-138/3.1

πυνθανόμενος δὲ ὁ Τίτος τοὺς πρὸ ἑαυτοῦ στρατηγούς, τοῦτο μὲν Σουλπίκιον, τοῦτο δὲ Πόπλιον, ὀψὲ τῆς ὥρας ἐμβαλόντας εἰς Μακεδονίαν καὶ τοῦ πολέμου βραδέως ἁψαμένους κατατετρῖφθαι τοπομαχοῦντας καὶ διαπληκτιζομένους ἀκροβολισμοῖς ὑπὲρ ὁδῶν καὶ σιτολογίας πρὸς τὸν Φίλιππον, οὐκ ᾤετο δεῖν, ὥσπερ ἐκεῖνοι καταναλώσαντες οἴκοι τὸν ἐνιαυτὸν ἐν τιμαῖς καὶ πολιτείαις ὕστερον ἐξώρμησαν ἐπὶ τὰς στρατείας, οὕτως καὶ αὐτὸς ἐνιαυτὸν ἐπικερδᾶναι τῇ ἀρχῇ, τὸν μὲν ὑπατεύσας, τῷ δὲ πολεμήσας, ἀλλʼ ὁμοῦ φιλοτιμούμενος ἐνεργὸν τῷ πολέμῳ τὴν ἀρχὴν παρασχεῖν, τὰς μὲν ἐν τῇ πόλει τιμὰς καὶ προεδρίας ἀφῆκεν, αἰτησάμενος δὲ παρὰ τῆς βουλῆς τὸν ἀδελφὸν αὑτῷ Λεύκιον ἄρχοντα νεῶν συστρατεύειν, καὶ τῶν μετὰ Σκηπίωνος ἐν Ἰβηρίᾳ μὲν Ἀσδρούβαν, ἐν Λιβύῃ δὲ Ἀννίβαν αὐτὸν καταμεμαχημένων τοὺς ἀκμάζοντας ἔτι καὶ προθύμους ἀναλαβὼν ὥσπερ στόμωμα, τρισχιλίους γενομένους, εἰς τὴν Ἤπειρον ἀσφαλῶς διεπέρασε.

---

Plutarch, Τίτος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg028.local001/.
