Ancient Greek · ~2 min
Chapter 4
Plutarch, Τίτος 4.4
Not analysed yet
ὁ δὲ Τίτος τούτους ἀποστείλας τὰς μὲν ἄλλας ἡμέρας διανέπαυε τὸν στρατόν ὅσα μὴ περισπᾶν τοῖς ἀκροβολισμοῖς τοὺς πολεμίους, καθʼ ἣν δὲ ἔμελλον ὑπερφανήσεσθαι τῶν ἄκρων οἱ περιϊόντες, ἅμʼ ἡμέρᾳ πᾶν μὲν βαρὺ, πᾶν δὲ γυμνητικὸν ὅπλον ἐκίνει· καὶ τριχῇ νείμας τὴν δύναμιν αὐτὸς μὲν εἰς τὸ στενώτατον παρὰ τὸ ῥεῖθρον ὀρθίας ἀνῆγε τὰς σπείρας βαλλόμενος ὑπὸ τῶν Μακεδόνων καὶ συμπλεκόμενος τοῖς ἀπαντῶσι περὶ τὰς δυσχωρίας,