Ancient Greek · ~2 min
Chapter 5
Plutarch, Τίτος 5.1
Not analysed yet
φυγὴ μὲν οὖν ἦν εὐθὺς ὀξεῖα πάντων, ἔπεσον δὲ δισχιλίων οὐ πλείους· ἀφῃροῦντο γὰρ αἱ δυσχωρίαι τήν δίωξιν. χρήματα δὲ καὶ σκηνὰς καὶ θεράποντας οἱ Ῥωμαῖοι διαρπάσαντες ἐκράτουν τῶν Στενῶν, καὶ διώδευον τήν Ἤπειρον οὕτω κοσμίως καὶ μετʼ ἐγκρατείας τοσαύτης ὥστε, τῶν πλοίων καὶ τῆς θαλάσσης μακρὰν ὄντας αὐτούς, καὶ τὸν ἐπιμήνιον σῖτον μὴ μεμετρημένους οὐδʼ εὐποροῦντας ἀγρορᾶς, ἀπέχεσθαι τῆς χώρας ἀμφιλαφεῖς ὠφελείας ἐχούσης.