# Τίτος 6.1-2

Plutarch, Τίτος, 6.1 to 6.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-138/6.1

τὰ μὲν οὖν ἄλλα προσεχώρει καθʼ ἡσυχίαν αὐτῷ, τὴν δὲ Βοιωτίαν ἀπολέμως ἐπιπορευομένῳ Θηβαίων ἀπήντησαν οἱ πρῶτοι, φρονοῦντες μὲν τὰ τοῦ Μακεδόνος διὰ Βραχύλλην, ἀσπαζόμενοι δὲ καὶ τιμῶντες τὸν Τίτον, ὡς φιλίας πρὸς ἀμφοτέρους ὑπαρχούσης. ὁ δʼ ἐντυχὼν αὐτοῖς φιλανθρώπως καὶ δεξιωσάμενος προῆγεν ἡσυχῇ καθʼ ὁδόν, τὰ μὲν ἐρωτῶν καὶ πυνθανόμενος, τὰ δὲ διηγούμενος, καὶ παράγων ἐπίτηδες ἄχρι τοὺς στρατιώτας ἀναλαβεῖν ἐκ τῆς πορείας.

---

Plutarch, Τίτος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg028.local001/.
