Ancient Greek · ~2 min
Chapter 8
Plutarch, Τίτος 8.1
Not analysed yet
τῇ δʼ ὑστεραίᾳ περὶ τὸν ὄρθρον, ἐκ μαλακῆς καὶ νοτίου νυκτὸς, εἰς ὁμίχλην τῶν νεφῶν τρεπομένων, ἀνεπίμπλατο ζόφου βαθέος πᾶν τὸ πεδίον, καὶ κατῄει παχὺς ἐκ τῶν ἄκρωνἀὴρ εἰς τὸ μεταξὺ τῶν στρατοπέδων, εὐθὺς ἀρχομένης ἡμέρας ἀποκρύπτων τοὺς τόπους, οἱ δὲ ὑπʼ ἀμφοτέρων ἀποσταλέντες ἐφεδρείας ἕνεκα καὶ κατασκοπῆς ἐν πάνυ βραχεῖ περιπεσόντες ἀλλήλοις ἐμάχοντο περὶ τὰς καλουμένας Κυνὸς κεφαλάς, αἳ λόφων οὖσαι πυκνῶν καὶ παραλλήλων ἄκραι λεπταὶ διʼ ὁμοιότητα τὸν σχήματος οὕτως ὠνομάσθησαν.