Ancient Greek
Chapter 9
Plutarch, Τίτος 9.4
Not analysed yet
τὸν δὲ Τίτον φιλοτιμούμενον πρὸς τοὺς Ἕλληνας οὐ μετρίως παρώξυνε τὰ τοιαῦτα, διὸ καὶ τὰ ὑπόλοιπα τῶν πραγμάτων ἔπραττε καθʼ ἑαυτόν, ἐλάχιστα φροντίζων τῶν Αἰτωλῶν. οἱ δὲ ἤχθοντο, καὶ προσδεξαμένου λόγους αὐτοῦ καὶ πρεσβείαν ἐπὶ συμβάσεσι παρὰ τοῦ Μακεδόνος, τοῦτο ἐκεῖνοι περιϊόντες ἐπὶ τὰς ἄλλας πόλεις ἐβόων, πωλεῖσθαι τὴν εἰρήνην Φιλίππῳ, παρὸν ἐκκόψαι τὸν πόλεμον ἄρδην καὶ ἀνελεῖν ἀρχὴν ὑφʼ ἧς πρώτης ἐδουλώθη τὸ Ἑλληνικόν.