Ancient Greek
9.6 to 9.8
Plutarch, Τίτος 9.6-8
Not analysed yet
Ἀννίβου γὰρ τοῦ Λίβυος, ἀνδρὸς ἐχθίστου τε Ῥωμαίοις καὶ φυγάδος, ἤδη τότε πρὸς Ἀντίοχον ἥκοντος τὸν βασιλέα καὶ παροξύνοντος αὐτὸν εἰς τὸ πρόσθεν προϊέναι τῇ τύχῃ τῆς δυνάμεως εὐροούσης, ἤδη καὶ καθʼ ἑαυτὸν ὑπὸ πραγμάτων μεγάλων, ἃ κατεργασάμενος μέγας ἐπωνομάσθη, πρὸς τὴν ἁπάντων ἡγεμονίαν ἀποβλέποντα, μάλιστα δὲ κατὰ Ῥωμαίων ἀνιστάμενον, εἰ μὴ τοῦτο προϊδὼν ὁ Τίτος ἐμφρόνως ἐνέδωκε πρὸς τὰς διαλύσεις, ἀλλὰ τὸν Φιλιππικὸν ὁ Ἀντιοχικὸς κατειλήφει πόλεμος ἐν τῇ Ἑλλάδι, καὶ συνέστησαν ὑπʼ αἰτιῶν ἀμφότεροι κοινῶν οἱ μέγιστοι τῶν τότε καὶ δυνατώτατοι βασιλέων ἐπὶ τὴν Ῥώμην, ἔσχεν ἂν ἀγῶνας ἐξ ὑπαρχῆς καὶ κινδύνους τῶν πρὸς Ἀννίβαν οὐκ ἐλάττους. νῦν δὲ τῶν πολέμων μέσην κατὰ καιρὸν ἐμβαλὼν τὴν εἰρήνην ὁ Τίτος, καὶ πρὶν ἄρξασθαι τὸν μέλλοντα διακόψας τὸν παρόντα, τοῦ μὲν τὴν ἐσχάτην ἐλπίδα, τοῦ δὲ τὴν πρώτην ὑφεῖλεν.