# Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο 1.15-28

Plutarch, Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο, 1.15 to 1.28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-139/1.15

Ἄριστα χωλὸς οἰφεῖ: αἱ Ἀμαζόνες τοὺς γενομένους ἄρσενας ἐπήρουν, ἢ σκέλος ἢ χεῖρα περιελόμεναι· πολεμοῦντες δὲ πρὸς αὐτὰς οἱ Σκύθαι καὶ βουλόμενοι πρὸς αὐτὰς σπείσασθαι ἔλεγον, ὅτι συνέσονται τοῖς Σκύθαις εἰς γάμον ἀπηρώτοις καὶ μὴ λελωβημένοις. ἀποκριναμένη δὲ πρὸς αὐτοὺς ἡ Ἀντιάνειρα ἡγεμὼν τῶν Ἀμαζόνων εἶπεν· Ἄριστα χωλὸς οἰφεῖ. Ἔφυγον κακὸν, εὗρον ἄμεινον: ἐπὶ τῶν μεταβολὴν ἐν ἑαυτοῖς κρείττονα οἰωνιζομένων. Ἀθήνησι γὰρ ἐν τοῖς γάμοις ἔθος ἦν ἀμφιθαλῆ παῖδα ἀκάνθας μετὰ δρυΐνων καρπῶν στέφεσθαι, καὶ λίκνον ἄρτων πλήρη περιφέροντα λέγειν, Ἔφυγον κακὸν, εὗρον ἄμεινον. Ἐσήμαινον δὲ ὡς ἀπεώσαντο μὲν τὴν ἀγρίαν καὶ παλαιὰν δίαιταν, εὑρήκασι δὲ τὴν ἥμερον τροφήν. Μυκόνιος γείτων: ἐπὶ τῶν διαβεβλημένων ἐπὶ γλισχρότητι καὶ μικροπρεπείᾳ, παρὰ τὴν μικρότητα τῆς νήσου καὶ εὐτέλειαν, τῆς Μυκόνου. Τὸ σκαμβὸν ξύλον οὐδέποτε ὀρθοῦν: ἐπὶ τῶν πειρωμένων διάστροφα ξύλα κατευθύνειν. Ὁ παῖς τὸν κρύσταλλον: ἐπὶ τῶν μὴ κατέχειν δυναμένων, μήτε μεθεῖναι βουλομένων. Τὸν ἵππον ὁ Σκύθης: ἐπὶ τῶν κρύφα τινὸς ἐφιεμένων, φανερῶς δὲ ἀπωθουμένων καὶ διαπτυόντων αὐτό. Ἡράκλειος ψώρα: ἡ τῶν Ἡρακλείων λουτρῶν δεομένη πρὸς θεραπείαν· ἡ γὰρ Ἀθηνᾶ τῷ Ἡρακλεῖ πολλαχοῦ ἀνῆκε θερμὰ λουτρά. Οὐκ ἔστι δούλων πόλις: διὰ τὸ σπάνιον εἴρηται. Βούνας δικάζει: ἐπὶ τῶν τὰς κρίσεις ἀναβαλλομένων ἀεὶ καὶ ὑπερτιθεμένων. Βούνας γὰρ Ἀθηναῖος ἐγένετο· τούτῳ Ἠλεῖοι πρὸς Καλλιωναίους † διαφερόμενοι ἐπέτρεψαν δίκας νομίσαντες ἀναμένειν, ἕως ἂν ἀποφήναι· γνοὺς δὲ ὁ Βούνας τοῦτο ἀνεβάλλετο μέχρι τελευτῆς τὴν ἀπόφασιν. Λοκρικὸς βοῦς: ἐπὶ τῶν εὐτελῶν. οἱ Λοκροὶ· γὰρ ἀποροῦντες βοῶν πρὸς δημοτελῆ θυσίαν, σικύοις ὑποθέντες ξύλα μικρὰ καὶ σχηματίσαντες βοῦν, τούτῳ τὸ θεῖον ἐθεράπευσαν. Θεὸς ἡ Ἀναίδεια: ἐπὶ τῶν διὰ τὴν ἀναισχυντίαν ὠφελουμένων. Κάκιον Βάβυς αὐλεῖ: ἐπὶ τῶν κατὰ τὸ χεῖρον ἀσκούντων. Ἄειδε τοὺς Τέλληνος: ὁ Τέλλης ἐγένετο αὐλητὴς καὶ μελῶν ἀνυποτάκτων ποιητής. Ὕδωρ παραῤῥέει: ἐπὶ τῶν ἐκ παντὸς ἔργου ἐπαγγελλομένων καταπράξασθαι τὸ προκείμενον. μετῆκται δὲ ἀπὸ τῶν ὑπὸ σπουδῆς καὶ εἰς ῥέοντα πλοῖα ἐμβαινόντων καὶ παραβαλλομένων τῷ κινδύνῳ.

---

Plutarch, Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg146.local001/.
