# Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο 1.29-39

Plutarch, Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο, 1.29 to 1.39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-139/1.29

Μιχθοφορῶν: αὕτη λέγεται ἐπὶ τῶν ἐρασμίων διδάσκαλος καὶ ὑπερηφάνων, ὥς φασι καὶ τὴν Σαπφὼ ἐρασθῆναι· μὴ φέρουσαν δὲ τὸ πάθος ῥῖψαι αὑτὴν κατὰ τῶν ἐν Λευκαδίᾳ πετρῶν. Λιμοῦ πεδίον: ἐπὶ τῶν ὑπὸ λιμοῦ πιεζομένων πόλεων. τόπος γάρ ἐστιν οὕτω καλούμενος Λιμοῦ πεδίον. Πεύκης τρόπον: ἐπὶ τῶν πανωλεθρίᾳ ἀπολλυμένων· παρόσον ἡ πεύκη κοπεῖσα οὐκέτι φύεται. Οὐκ εἰμὶ τούτων τῶν ἡρώων: ἐπὶ τῶν βουλομένων εὖ ποιεῖν. οἱ γὰρ ἥρωες κακοῦν ἕτοιμοι μᾶλλον ἢ ὠφελεῖν. Βοῦθος περιφοιτᾷ: ἐπὶ τῶν ἀσυνέτων καὶ παχυφρόνων, ἀπό τινος Πυθιονίκου Βούθου καλουμένου. Λιμοδωριεῖς: σιτοδείας ποτὲ γενομένης ἐν Πελοποννήσῳ ἐφόδια τινὲς λαβόντες ἀπῆραν· πλανωμένους δὲ αὐτοὺς ἀπεδέξατο ἡ ἐν Ῥόδῳ Τρίπολις· ἐκλήθησαν δὲ διὰ τοῦτο Λιμοδωριεῖς. Μερὶς οὐ πνίγει: φασὶ περὶ τὴν Ἑλλάδα μὴ εἶναι σύνηθες τοῖς ἀρχαίοις διανέμειν μερίδας· διὰ δὲ προφάσεις τινὰς ἐνδεεστέρων γενομένων τῶν ἐδωδίμων, κρατῆσαι τὸ ἔθος τῶν μερίδων, καὶ διὰ τοῦτο τὴν παροιμίαν εἰρῆσθαι. Ἡράκλειος νόσος: τὴν ἱερὰν νόσον Ἡράκλειον ὠνόμαζον· εἰς ταύτην γὰρ ἐκ μακρῶν πόνων ἐμπεσεῖν Ἡρακλέα. Τάδε Μῆδος οὐ φυλάξει: μελλούσης γενέσθαι τῆς Ξέρξου στρατείας, οἱ Ἕλληνες ἀπογνόντες τὴν σωτηρίαν, τὰς οὐσίας αὑτῶν ἀνήλισκον, ἐπιλέγοντες· Τά δε Μῆδος οὐ φυλάξει. Ἐκκεκόφθ’ ἡ μουσική: τῶν παλαιῶν ἐν τοῖς συμποσίοις φιλολόγῳ ζητήσει χρωμένων, οἱ ὕστερον τὰς μουσουργοὺς καὶ κιθαριστρίας καὶ ὀρχηστρίας ἐπειςήγαγον, ὅθεν τὴν καινοτομίαν τινὲς αἰτιώμενοι τῇ παροιμίᾳ ἐχρῶντο. Λευκὴ στάθμη: αὕτη κατ’ ἔλλειψιν εἴρηται ἐπὶ τῶν μὴ ἀκριβῶς τι διακρινόντων. ἐν γὰρ λευκῷ λίθῳ λευκὴ στάθμη λέγεται· ἥκιστα γὰρ διὰ τὸ ὁμοειδὲς σαφής ἐστιν.

---

Plutarch, Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg146.local001/.
