Ancient Greek
Centuria 1
Plutarch, Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο 1.40
Not analysed yet
Μωρύχου Διονύσου: καὶ, Μωρότερος εἶ Διονύσου, ὃς τἄνδον ἀφεὶς, ἔξω τῆς οἰκίας κάθηται: ἐπὶ τῶν εὔηθές τι διαπεπραγμένων. Μώρυχος δὲ ὁ Διόνυσος κατ’ ἐπίθετον ἀπὸ τοῦ τὸ πρόςωπον αὐτοῦ μολύνεσθαι, ἐπειδὰν τρυγῶσι, τῷ ἀπὸ τῶν βοτρύων γλεύκει καὶ τοῖς χλωροῖς σύκοις. μωρύξαι δὲ τὸ μολῦναι· καταγνωσθῆναι δὲ αὐτοῦ εὐήθειαν, παρόσον ἔξω τοῦ νεοῦ τὸ ἄγαλμα αὐτοῦ ἐστὶ παρὰ τῇ εἰςόδῳ ἐν ὑπαίδρῳ.