# Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο 1.41-50

Plutarch, Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο, 1.41 to 1.50. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-139/1.41

Ἡ Ἀμαία τὴν Ἀζησίαν μετῆλθεν: ἐπὶ τῶν πολυχρονίῳ ζητήσει χρωμένων. Ἀμαία γὰρ ἡ Δημήτηρ παρὰ Τροιζηνίοις προςαγορεύεται, Ἀζησία δὲ ἡ Κόρη. Ὁ Λέσβιος πρύλις: αὕτη καθ’ ὁμοίωσιν λέγεται, ὥςπερ Λέσβιος πρύλις. δοκεῖ δὲ ὁ Πρύλις Ἑρμοῦ παῖς γενέσθαι καὶ μάντις. Ἁ φιλοχρηματία τὰν Σπάρταν ἕλοι, ἄλλο δὲ οὐδέν: ἐπὶ τῶν ἐξ ἅπαντος κερδαίνειν προαιρουμένων. μετήνεγκται ἀπὸ χρησμοῦ δοθέντος Λακεδαιμονίοις. ἔχρησε γὰρ ὁ θεὸς, τότε ἀπολέσθαι ὅταν ἀργύριον καὶ χρυσίον τιμήσωσιν. Ἡ ἐν Ἄργει ἀσπίς: οἱ ἐν Ἄργει οἱ τὴν ἐν τοῖς παισὶν ὥραν καθαρὰν καὶ ἀδιάφθορον φυλάξαντες, ἀναλαβόντες χρυσῆν ἀσπίδα προπομπεύουσι, τοῦτο γέρας ἔχοντες κατά τι νόμιμον ἀρχαῖον. Ἀθηνᾷ τὸν αἴλουρον: ἐπὶ τῶν κακῶς συγκρινόντων τὰ κρείττονα τοῖς ἥττοσι διὰ μικρὰν ὁμοιότητα· ὡς εἴ τις διὰ γλαυκότητα τῶν ὀφθαλμῶν τὸν αἴλουρον τῇ Ἀθηνᾷ συμβάλλοι. Ἑστίᾳ θύεις: ἐπὶ τῶν μηδενὶ ῥᾳδίως μεταδιδόντων. Δι’ ἔθους γὰρ ἦν τοῖς παλαιοῖς, ὁπότε ἔθυον Ἑστίᾳ, μηδενὶ μεταδιδόναι τῆς θυσίας. Τί [ὅτι] οὐκ ἀπήγξω, ἵνα Θήβησιν ἥρως γένῃ: φασὶν, ἐν Θήβαις ἑαυτοὺς ἀναιροῦντες οὐδεμιᾶς τιμῆς μετεῖχον. ὅθεν τὸ, ἵνα ἥρως γένῃ, κατ’ εὐφημισμὸν εἴρηται. Δέχεται καὶ βῶλον Ἀλήτης: ἐπὶ τῶν ἅπαντα πρὸς τὸ κρεῖττον ἐκδεχομένων. Ἀλήτης γὰρ, ὥς φησι Δοῦρις, ἀποπεσὼν Κορίνθου, κατὰ χρησμὸν τοῦ θεοῦ ἀπεπειρᾶτο πάλιν κτηθεῖν· ἐνὶ † τῇ χώρᾳ περιϊδών τινα βουκόλον, ᾔτει τροφήν· ὁ δὲ βῶλον ἐκ τῆς πήρας ἀράμενος ἐδίδου. ὁ δὲ Ἀλήτης ἐδέξατο οἰωνισάμενος καὶ εἰπών· Δέχεται καὶ βῶλον Ἀλήτης. Ἄδακρυς πόλεμος: ἐπὶ τῶν ἔξω τινὸς χαλεποῦ πράγματα κατορθούντων. ὁ γὰρ Δωδωναῖος προεῖπε Λακεδαιμονίοις πολεμοῦσι πρὸς Ἀρκάδας, μάχην ἄδακρυν ἔσεσθαι· συμβαλόντες δὲ μετὰ ταῦτα ἐνίκησαν μηδενὸς ἀποθανόντος. Ἀττικοὶ τὰ Ἐλευσίνια: ἐλλείπει τὸ, καθ’ ἑαυτούς. Ὅταν καθ’ ἑαυτοὺς συλλεγέντες τινὲς πράττωσί τι, ἐπιλέγουσιν ἑαυτοῖς, Ἀττικοὶ τὰ Ἐλευσίνια.

---

Plutarch, Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg146.local001/.
