# Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο 1.51-64

Plutarch, Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο, 1.51 to 1.64. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-139/1.51

Ἐν Τροφωνίου μεμάντευται: ἐπὶ τῶν σκυθρωπῶν καὶ ἀγελάστων. οἱ γὰρ καταβαίνοντες ἐς Τροφωνίου λέγουσι τὸν ἑξῆς χρόνον ἀγέλαστοι εἶναι. ὁ γὰρ Τροφώνιος ἔχων τὴν κεφαλὴν τοῦ ἀδελφοῦ αὐτοῦ Ἀγαμήδους καὶ διωκόμενος ὑπὸ τοῦ Αὐγέου, εὐξάμενος εἰς χάσμα ἐνέπεσεν, οὗ δὴ καὶ μαντεῖον ἐγένετο. Φὰλλος τῷ θεῷ: ἐπὶ τῶν ἀπονεμόντων ἐνίοις τὰ οἰκεῖα πρόςφορα· ἐπεὶ τῷ Διονύσῳ ἵστατο ὁ φάλλος. Δῶρον δ’ ὅ, τι δῷ τις ἐπαίνει. Ταινάριον κακόν: τὸ μέγα καὶ παρανομούμενον εἰς ἱκέτας. οἱ γὰρ Λακεδαιμόνιοι τοὺς καταφυγόντας εἰς Ταίναρον τῶν Εἱλώτων ἀπαγαγόντες ἀπέκτειναν. Πιτάνη εἰμί: κατὰ τῶν πυκναῖς συμφοραῖς χρωμένων. τῇ γὰρ Πιτάνῃ τοιαῦτα συνέβη πράγματα. Θρᾷκες ὅρκια οὐκ ἐπίστανται. Ταχύτερον ὁ Μάνδρης κρητίνας † ἀπεπέρασε: Ἐφέσιοι κρητίνας ἐκτήσαντο τὰς Μαγνήτων· ἀπεπέρασε δέ σφιν Μάνδρης ὁ Μανδρολύτου παρ’ οἶνον καὶ μέθην καὶ κύβην. Πολυκράτης μητέρα νέμει: Πολυκράτης ὁ Σάμιος τῶν ἐν τῷ πολέμῳ ἀποθανόντων τὰς μητέρας συναγαγὼν, δέδωκε τοῖς πλουσίοις τῶν πολιτῶν τρέφειν, πρὸς ἕκαστον λέγων, ὅτι Μητέρα σοι ταύτην δίδωμι. Ἀττικὸς πάροικος: οἱ Ἀθηναῖοι τοὺς παροικοῦντας αὐτοῖς καὶ γειτνιάζοντας ἐξέβαλλον. ἢ ἀπὸ τῶν εἰς Σάμον πεμφθέντων Ἀθήνηθεν ἐποίκων. Εἰς Μασσαλίαν πλεύσειας: οἱ Μασσαλιῶται θηλύτερον ἕξων, καὶ στολαῖς ποικίλαις καὶ ποδήρεσι χρώμενοι, ἔτι δὲ τὰς κόμας μεμυρισμένας ἀναδεδεμένοι, καὶ διὰ ταύτην τὴν μαλακίαν ἀσχημονοῦντες. Σαμίων ἄνθη, καὶ, Σαμιακὴ λαύρα: ἐπὶ τῶν ὑστάταις ἡδοναῖς χρωμένων. ἡ Σαμιακὴ λαύρα στενωπὴ ἦν παρὰ Σαμίοις, ἐν ᾖ τὰ πέμματα ἐπιπράσκετο. τὰ δὲ Σαμίων ἄνθη τόπος, ἐν ᾧ συνῄεσαν αἱ γυναῖκες τοῖς ἀνδράσι συνευωχησόμεναι. διὰ ταύτην τὴν τρυφὴν οἱ Σάμιοι τοῖς Πέρσαις ἐδουλώθησαν. Ἡ Σκυθῶν ῥῆσις: πρὸς Δαρεῖον τὸν Πέρσην ἀπεκρίναντο οἱ Σκύθαι, κλαίειν αὐτόν. ἐπὶ τῶν ἀποτόμως οἰμώζειν τινὰ λεγόντων. Διὸς ἐγκέφαλος: ἐπὶ τῶν ἡδυπαθούντων. τὰ γὰρ πολυτελῇ βρώματα παρὰ τοῖς Πέρσαις Διὸς καὶ βασιλέως ἐγκέφαλος ἐκαλεῖτο. Λευκηπατίας: φασὶ συμβαίνειν τι ἐπὶ τὸ ἧπαρ ἐπί τινων, ὃ δειλοὺς ποιεῖ. εἴρηται οὖν ἐπὶ τῶν τοιούτων.

---

Plutarch, Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg146.local001/.
