Ancient Greek
1.65 to 1.85
Plutarch, Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο 1.65-85
Not analysed yet
Ἀκκώ: αὕτη γέγονεν ἐπὶ τῶν ἐπὶ μωρίᾳ διαβεβλημένων, ἦν φασιν ἐςοπτριζομένην τῇ εἰκόνι ὡς ἑτέρᾳ διαλέγεσθαι. Ἀεὶ κολοιὸς πὰρ κολοιὸν ἱζάνει: διὰ τὸ φιλάλληλον τοῦ ζώου. Κινήσω τὸν ἀφ’ ἱερᾶς: ἐπὶ τῶν τὴν ἐσχάτην βοήθειαν κινούντων τέτακται. **δὲ ἀπὸ τῶν πεττευόντων· περὶ τούτοις κυκειόν †τις ψῆφος οἷον ἱερὴ καὶ ἀκίνητος τεῶν νομιζομένη. Τιθωνοῦ γῆρας: ἐπὶ πολυχρονίων καὶ ὑπεργήρων. ὁ γὰρ Τιθωνὸς κατ’ εὐχὴν τὸ γῆρας ἀποθέμενος τέττιξ ἐγάνετο. Οἰταῖος δαίμων: οὗτος ὁ δαίμων ὕβριν καὶ ὑπερηφανίαν πάνυ ἐμίσησεν. Ἐπὶ βωμόν: εἴρηται ἀπὸ τῶν θυομένων πρὸς τοῖς βωμοῖς. Φωκαέων ἀρά: οἱ Φωκαεῖς τῆς αὑτῶν ἐκπεσόντες γῆς ἐπηράσαντο μηδέποτε κατελθεῖν εἰς αὐτήν. Φασηλειτῶν θῦμα: ἐπὶ τῶν εὐτελῶν καὶ ἀναίμων. φασὶ γὰρ τοὺς Φασηλείτας ταρίχους τοῖς θεοῖς θύειν. Καρικὸν θῦμα: ἐπὶ τῶν ἄσαρκα μέλη θυόντων. οἱ γὰρ Κᾶρες κύνας ἱερουργοῦσι. Εὔρυμνος: οὗτος πειρώμενος διαβάλλειν Κάστορα πρὸς τὸν Πολυδεύκην, ἔδωκεν αὐτοῖς τὴν μεγίστην δίκην. Δειλαιότερος εἶ τοῦ παρακύπτοντος: φοβούμενός τις τὸν Ἡρακλέα κατέδυ εἰς σπήλαιον καὶ διὰ δειλίαν ἀπέθανεν. ἐντετύπωται ἐν τῷ λίθῳ ἀνθρωποειδὴς εἰκὼν, καὶ τὴν κεφαλὴν ὑπερέχει τοῦ σπηλαίου· καλεῖται δὲ παρακύπτων. Ἐν πέντε κριτῶν γόνασι κεῖται: τὸ παλαιὸν πέντε κριταὶ ἔκρινον τοὺς κωμικούς. Βοιωτίων νόμος: ἐπὶ τῶν τὰς ἀρχὰς ἠρεμαίως ἐχόντων, αὖθις δὲ σφοδρῶς ἐπιγιγνομένων. Ἁρπαγὰ Κοτυττίοις: Κοτύττια ἑορτή τις ἐστὶ Σικελικὴ, ἐν ᾗ περί τινας κλάδους ἐξάπτοντες πόπανα καὶ ἀκρόδρυα ἐπέτραπον ἁρπάζειν. Μέγα στόμα ἐνιαυτοῦ: οἱονεὶ πολλὴ παῤῥησία πάντων, εὐφορίας γενομένης. Εἰκῇ τῷ Ἡρακλεῖ: ἐπὶ τῶν ἀσυκοφαντήτως τὰ πράγματα ἐπιτελούντων, ἐπειδὴ ὁ Ἡρακλῆς ἦγε καὶ ἔφερε τὰ ἀλλότρια. Οὐχ ἱππολέκτας †περισσὰς πλῶμες: ἐπὶ τῶν βραχέα κεκτημένων. Χαμαὶ ἀντλεῖς, Φακὸν κόπτεις: ἐπὶ τῶν ἀδυνάτοις ἐπιχειρούντων. Τίς τρόπος ἵππων: ἐπὶ τῶν παρηλλαγμένον τι καὶ ἀλλόκοτον ποιούντων. Χαλκιδίζειν: ἐπὶ τῶν γλισχρευομένων. οἱ γὰρ ἐν Εὐβοίᾳ Χαλκιδεῖς ἐπὶ φιλαργυρίᾳ ἐκωμῳδοῦντο. Πρόσω καὶ χελιδὼν ὁλοσχοίνους παρεῖται.