# Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο 1.86-100

Plutarch, Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο, 1.86 to 1.100. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-139/1.86

Οὐκ ἐπαινεθείη οὐδὲ ἐν περιδείπνῳ: ἐπὶ τῶν μηδενὸς ἀξίων. εἰώθεσαν γὰρ ἐν τοῖς δείπνοις τὸν τελευτήσαντα ἐπαινεῖν, καὶ εἰ φαῦλος ἦν. Σῦκον αἰτεῖς: κατὰ τῶν κολακευόντων. οἱ γὰρ Ἀθηναῖοι ἐκολάκευον τοὺς γεωργοὺς βουλόμενοι λαμβάνειν τὰ πρώϊμα σῦκα. Μυσὶ κανθαρίς: ἐπὶ τῶν μηδενὸς ἀξίων. Κέρδος αἰσχύνης ἄμεινον· ἕλκε μοιχὸν εἰς μυχόν. Κύρνια ἄτη: Κύρνος νῆσος ἦν πάλαι ἄβατος τοῖς πλέουσι διὰ συνεχεῖς λῃστείας. Κωφότερος τοῦ Τορωναίων λιμένος: λιμήν ἐστι καλούμενος περὶ Τορώνην τῆς Θρᾴκης· οὗτος δὲ ἔχει ** καὶ μακρὰς τὰς ἀπὸ τοῦ πελάγους καθαιρέσεις, ὡς μὴ ἀκούεσθαι τοῖς ἐν αὐτῷ τὸν τῆς θαλάσσης ἦχον. Ἀκροκορινθία ἔοικας χοιροπωλήσειν: ἐπὶ τῶν παρ’ ὥραν θρυπτομένων γυναικῶν· οἷον, ἔοικας μισθαρνήσειν ἐν Κορίνθῳ· τὸ γὰρ γυναικεῖον μόριον χοῖρος λέγεται. Ἐκ παντὸς ξύλου: κατ’ ἔλλειψιν λέγεται· τὸ γὰρ πλῆρες, ἐκ παντὸς ξύλου κύφων ἂν γένοιτο· ἐπὶ τῶν τὸ μὲν εἶδος εὐκαταφρονήτων, εἰς δὲ χρείαν ἀναγκαίαν πιπτόντων. Ἄρκτου παρούσης τὰ ἴχνη ζητεῖς: ἐπὶ τῶν δειλῶν κυνηγῶν. Σικελὸς ὀμφακίζεται: ἐπὶ τῶν τὰ μηδενὸς ἄξια κλεπτόντων. Οὐδὲν ἦν ἄρα τὰ ἄλλα πλὴν ὁ χρυσός. Τὸ θερμὸν τοῦ ὀβελοῦ: ἐπὶ τῶν ἀναιρουμένων τὰ χείρονα ἀντὶ τῶν κρειττόνων· ἀπὸ τῶν ἀπείρως δρασσομένων κατὰ τὸ θερμὸν τῶν ὀβελίσκων. Ἀκεσίας ἰάσατο: Ἀκεσίας ἐγένετο ἰατρὸς ἀφυὴς, ὃς τὸν πρωκτόν τινος ἀλγοῦντος κακῶς ἰάσατο. Τρίτῃ κεφαλῇ καὶ τρίτῳ ἐγκεφάλῳ: ἐπὶ τῶν ἀχθοφορούντων οὐ μόνον κατὰ τῶν ὤμων, ἀλλὰ καὶ κατὰ τῆς κεφαλῆς. Ἐπὶ σπειρῶν σχοινίον: ἐπὶ τῶν ἐν τοῖς αὐτοῖς πλεοναζόντων.

---

Plutarch, Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg146.local001/.
