# Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο 2.1-10

Plutarch, Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο, 2.1 to 2.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-139/2.1

Γαλῇ χιτώνιον, καὶ, Οὐ πρέπει γαλῇ κροκωτός: ἐπειδὴ γαλῇ κατὰ πρόνοιαν Ἀφροδίτης γυνὴ γενομένη ἐν χιτῶνι κροκωτῷ οὐσα ἐπέδραμε μυΐ. Ὁ κνὶψ ἐν χώρᾳ: ἐπὶ τῶν ταχέως μεταπηδώντων. κνὶψ γάρ ἐστι θηρίδιον τῶν ξυλοφάγων. Λυδὸς ἐν μεσημβρίᾳ: οἱ Λυδοὶ κωμῳδοῦνται ταῖς χερσὶν ἑαυτῶν πληροῦντες τὰ ἀφροδίσια. Οὐ μάλα κυκᾷς κατὰ τῶν μηδὲν ὄντων. Οὐδὲν Πυλαία ταῦτα καὶ Τυττιγίας: ὁ Τυττιγίας ἀνδραποδιστὴς ἦν· ἐπώλει δὲ ἐν τῇ Πυλαίᾳ τὰ ἀλλότρια. κατὰ τῶν τὰ ἀλλότρια ἁρπαζόντων καὶ πωλούντων. Τὰ πρῶτα ἀρίστους παῖδας ** ἐγείνατο: ἐπὶ τῶν ἐν ἀρχῇ κοσμίων, μετὰ ταῦτα δὲ ἀσελγαινόντων. Δοῦλον οὐκ ἄγω, εἰ μὴ νεναυμάχηκε περὶ τῶν κρεῶν: περὶ τῶν στρατευομένων δούλων, οἵτινες περὶ τοῦ σώματος μόνου μάχονται. λέγεται καὶ, εἰ μὴ νεναυμάχηκε περὶ τῶν νεκρῶν, καί φησιν, ἀπὸ τῶν ἐν Ἀργεννούσαις ναυμαχησάντων δούλων τὴν παροιμίαν εἰρῆσθαι, οἷς ἐλευθερίαν ἐψηφίσαντο οἱ Ἀθηναῖοι περὶ τῶν νεκρῶν ἀγωνισαμένοις. Τὸν ἐν Σάμῳ κομήτην: Σάμιός τις ἐγένετο πύκτης, ὃς ἐπὶ μαλακίᾳ σκωπτόμενος, ἐπειδὴ κόμας εἶχεν, ὑπὸ τῶν ἀνταγωνιστῶν, συμβαλὼν αὐτοὺς ἐνίκησεν. λέγεται ἐπὶ τῶν αἱρουμένων ἀνταγωνιστὰς ἑαυτοῖς κρείττονας, ἢ προςεδόκησαν· * * ὥςπερ τὸν ἀληλεσμένον βίον οἱ μὲν ἐπὶ τῶν πλάνητι βίῳ χρωμένων προςεδέξαντο· οἱ δὲ ἐπὶ τῶν ἀταλαιπώρως βιούντων, οἱονεὶ κατειργασμένων καὶ πρὸς τροφὴν ἑτοίμων. Εἴ τι κακὸν, εἰς Πύῤῥαν: οἱ Πυῤῥαῖοι πρὸς τοὺς ὁμόρους πάντας ἀπεχθῶς εἶχον. ἐκεῖνοι οὖν τὰ συμβαίνοντα αὐτοῖς κακὰ ἀποτροπιαζόμενοι καὶ ἐκβάλλοντες εἰς τὴν Πυῤῥαίων χώραν, ἐπεφώνουν, εἴ τι κακὸν, εἰς Πύῤῥαν. Μετὰ Λέσβιον ᾠδόν: Λακεδαιμόνιοι στασιάσαντες μετεπέμψαντο κατὰ χρησμὸν τοῦ θεοῦ ἐκ Λέσβου Τέρπανδρον τὸν μουσικόν· ἐλθὼν δὲ ἐκεῖνος καὶ παρὰ τοὺς κώμους τῇ μουσικῇ χρώμενος, ἥρμοσεν αὐτῶν τὰς ψυχὰς, καὶ τὴν στάσιν ἔπαυσεν. εἴποτε οὖν μετὰ ταῦτα μουσικοῦ τινος ἤκουον Λεκεδαιμόνιοι, ἐπεφώνουν, μετὰ Λέσβιον ᾠδόν.

---

Plutarch, Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg146.local001/.
