Ancient Greek · ~2 min
Chapter 14
Plutarch, Ἀντώνιος 14.3
Not analysed yet
τούτων μέντοι ταχὺ τῶν λογισμῶν ἐξέσεισεν αὐτὸν ἡ παρὰ τῶν ὄχλων δόξα, πρῶτον ἐλπίσαντα βεβαίως ἔσεσθαι Βρούτου καταλυθέντος. ἔτυχε μὲν οὖν ἐκκομιζομένου Καίσαρος, ὥσπερ ἔθος ἦν, ἐν ἀγορᾷ διεξιὼν ἐγκώμιον· ὁρῶν δὲ τὸν δῆμον ὑπερφυῶς ἀγόμενον καὶ κηλούμενον ἐνέμιξε τοῖς ἐπαίνοις οἶκτον ἅμα καὶ δείνωσιν ἐπὶ τῷ πάθει, καὶ τῷ λόγῳ τελευτῶντι τούς τε χιτωνίσκους τοῦ τεθνηκοτος ᾑμαγμένους καὶ διακεκομμένους τοῖς ξίφεσιν ἀνασείων,