# Ἀντώνιος 16.2

Plutarch, Ἀντώνιος, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-16/16.2

Ἀντώνιος δὲ τὸ μὲν πρῶτον ὡς μειρακίου καταφρονῶν ἔλεγεν οὐχ ὑγιαίνειν αὐτόν, ἀλλὰ καὶ φρενῶν ἀγαθῶν καὶ φίλων ἔρημον ὄντα φορτίον ἀβάστακτον αἴρεσθαι τὴν Καίσαρος διαδοχήν· μὴ πειθομένου δὲ τούτοις, ἀλλʼ ἀπαιτοῦντος τὰ χρήματα, πολλὰ καὶ λέγων πρὸς ὕβριν αὐτοῦ καὶ πράττων διετέλει. δημαρχίαν τε γὰρ ἐνέστη μετιόντι, καὶ δίφρον χρυσοῦν τοῦ πατρός, ὥσπερ ἐψήφιστο, τιθέντος ἠπείλησεν εἰς φυλακὴν ἀπάξειν, εἰ μὴ παύσαιτο δημαγωγῶν.

---

Plutarch, Ἀντώνιος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg058.local001/.
