Ancient Greek · ~2 min
Chapter 18
Plutarch, Ἀντώνιος 18.3
Not analysed yet
Ἀντώνιος δὲ Λεπίδου μὲν οὐκ εἴασεν ἅψασθαι, μεθʼ ἡμέραν δὲ τὸν στρατὸν ἔχων ἀπεπειρᾶτο τοῦ ποταμοῦ. καὶ πρῶτος αὐτὸς ἐμβὰς ἐπορεύετο πρὸς τὴν ἀντιπέρας ὄχθην, ὁρῶν ἤδη πολλοὺς τῶν Λεπίδου στρατιωτῶν τάς τε χεῖρας ὀρέγοντας αὐτῷ καὶ τὸν χάρακα διασπῶντας. εἰσελθὼν δὲ καὶ κρατήσας ἁπάντων ἡμερώτατα Λεπίδῳ προσηνέχθη. πατέρα γὰρ προσηγόρευσεν αὐτὸν ἀσπασάμενος· καὶ τῷ μὲν ἔργῳ πάντων αὐτὸς ἦν κύριος, ἐκείνῳ δʼ ὄνομα καὶ τιμὴν αὐτοκράτορος διετέλει φυλάττων.