Ancient Greek · ~2 min
19.2 to 19.3
Plutarch, Ἀντώνιος 19.2-3
Not analysed yet
τέλος δὲ τῇ πρὸς τοὺς μισουμένους ὀργῇ καὶ συγγενῶν τιμὴν καὶ φίλων εὔνοιαν προέμενοι, Κικέρωνος μὲν Ἀντωνίῳ Καῖσαρ ἐξέστη, τούτῳ δὲ Ἀντώνιος Λευκίου Καίσαρος, ὃς ἦν θεῖος αὐτῷ πρὸς μητρός· ἐδόθη δὲ καὶ Λεπίδῳ Παῦλον ἀνελεῖν τὸν ἀδελφόν· οἱ δέ φασιν ἐκστῆναι τοῦ Παύλου τὸν Λέπιδον ἐκείνοις ἀποθανεῖν αὐτὸν αἰτησαμένοις. οὐδὲν ὠμότερον οὐδὲ ἀγριώτερον τῆς διαμείψεως ταύτης δοκῶ γενέσθαι. φόνων γὰρ ἀντικαταλλασσόμενοι φόνους ὁμοίως μὲν οἷς ἐλάμβανον ἀνῄρουν οὓς ἐδίδοσαν, ἀδικώτεροι δὲ περὶ τοὺς φίλους ἦσαν, οὓς ἀπεκτίννυσαν μηδὲ μισοῦντες.