Ancient Greek · ~2 min
Chapter 21
Plutarch, Ἀντώνιος 21.2
Not analysed yet
προσῆν δὲ τῇ κοινῇ κακοδοξίᾳ τὸ διὰ τὴν οἰκίαν οὐ μικρὸν μῖσος, ἣν ᾤκει, Πομπηΐου τοῦ Μεγάλου γενομένην, ἀνδρὸς οὐχ ἧττον ἐπὶ σωφροσύνῃ καὶ τῷ τεταγμένως καὶ δημοτικῶς διαιτᾶσθαι θαυμασθέντος ἢ διὰ τοὺς τρεῖς θριάμβους. ἤχθοντο γὰρ ὁρῶντες αὐτὴν τὰ πολλὰ κεκλεισμένην μὲν ἡγεμόσι καὶ στρατηγοῖς καὶ πρέσβεσιν, ὠθουμένοις πρὸς ὕβριν ἀπὸ τῶν θυρῶν, μεστὴν δὲ μίμων καὶ θαυματοποιῶν καὶ κολάκων κραιπαλώντων, εἰς οὓς τὰ πλεῖστα κατανηλίσκετο τῶν χρημάτων τῷ βιαιοτάτῳ καὶ χαλεπωτάτῳ τρόπῳ ποριζομένων.