Ancient Greek · ~2 min
24.7 to 24.8
Plutarch, Ἀντώνιος 24.7-8
Not analysed yet
ἡ δὲ περὶ τὰς παιδιὰς καὶ τὰς ἐπισκώψεις ὕβρις ἐν αὑτῇ τὸ φάρμακον εἶχεν. ἀντισκῶψαι γὰρ ἐξῆν καὶ ἀνθυβρίσαι, καὶ γελώμενος οὐχ ἧττον ἢ γελῶν ἔχαιρε. καὶ τοῦτο διελυμήνατο τὰ πολλὰ τῶν πραγμάτων. τοὺς γὰρ ἐν τῷ παίζειν παρρησιαζομένους οὐκ ἂν οἰηθεὶς σπουδάζοντας κολακεύειν αὐτὸν ἡλίσκετο ῥᾳδίως ὑπὸ τῶν ἐπαίνων, ἀγνοῶν ὅτι τὴν παρρησίαν τινὲς ὡς ὑποστῦφον ἥδυσμα τῇ κολακείᾳ παραμιγνύντες ἀφῄρουν τὸ πλήσμιον, τῇ παρὰ τὴν κύλικα θρασύτητι καὶ λαλιᾷ διαμηχανώμενοι τὴν ἐπὶ τῶν πραγμάτων ὕφεσιν καὶ συγκατάθεσιν μὴ πρὸς χάριν ὁμιλούντων, ἀλλὰ τῷ φρονεῖν ἡττωμένων φαίνεσθαι.