Ancient Greek · ~1 min
Chapter 28
Plutarch, Ἀντώνιος 28.2
Not analysed yet
ἦν γάρ τις αὐτοῖς σύνοδος ἀμιμητοβίων λεγομένη· καὶ καθʼ ἡμέραν εἱστίων ἀλλήλους, ἄπιστόν τινα ποιούμενοι τῶν ἀναλισκομένων ἀμετρίαν. διηγεῖτο γοῦν ἡμῶν τῷ πάππῳ Λαμπρίᾳ Φιλώτας ὁ Ἀμφισσεὺς ἰατρὸς εἶναι μὲν ἐν Ἀλεξανδρείᾳ τότε, μανθάνων τὴν τέχνην, γενόμενος δέ τινι τῶν βασιλικῶν ὀψοποιῶν συνήθης ἀναπεισθῆναι νέος ὢν ὑπʼ αὐτοῦ τὴν πολυτέλειαν καὶ τὴν παρασκευὴν τοῦ δείπνου θεάσασθαι.