# Ἀντώνιος 29.2-4

Plutarch, Ἀντώνιος, 29.2 to 29.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-16/29.2

ὅθεν ἀεὶ σκωμμάτων, πολλάκις δὲ καὶ πληγῶν ἀπολαύσας ἐπανήρχετο· τοῖς δὲ πλείστοις ἦν δι’ ὑπονοίας. οὐ μὴν ἀλλὰ προσέχαιρον αὐτοῦ τῇ βωμολοχίᾳ καὶ συνέπαιζον οὐκ ἀρρύθμως οὐδὲ ἀμούσως οἱ Ἀλεξανδρεῖς, ἀγαπῶντες καὶ λέγοντες ὡς τῷ τραγικῷ πρὸς τοὺς Ῥωμαίους χρῆται προσώπῳ, τῷ δὲ κωμικῷ πρὸς αὐτούς. τὰ μὲν οὖν πολλὰ τῶν ὑπʼ αὐτοῦ παιζομένων διηγεῖσθαι πολὺς ἂν εἴη φλύαρος· ἐπεὶ δὲ ἁλιεύων ποτὲ καὶ δυσαγρῶν ἤχθετο παρούσης τῆς Κλεοπάτρας, ἐκέλευσε τοὺς ἁλιεῖς ὑπονηξαμένους κρύφα τῷ ἀγκίστρῳ περικαθάπτειν ἰχθῦς τῶν προεαλωκότων, καὶ δὶς ἢ τρὶς ἀνασπάσας οὐκ ἔλαθε τὴν Αἰγυπτίαν. προσποιουμένη δὲ θαυμάζειν τοῖς φίλοις διηγεῖτο, καὶ παρεκάλει τῇ ὑστεραίᾳ γενέσθαι θεατάς. ἐμβάντων δὲ πολλῶν εἰς τὰς ἁλιάδας καὶ τοῦ Ἀντωνίου τὴν ὁρμιὰν καθέντος, ἐκέλευσέ τινα τῶν αὑτῆς ὑποφθάσαντα καὶ προσνηξάμενον τῷ ἀγκίστρῳ περιπεῖραι Ποντικὸν τάριχος. ὡς δὲ ἔχειν πεισθεὶς ὁ Ἀντώνιος ἀνεῖλκε, γέλωτος, οἷον εἰκός, γενομένου, παράδος ἡμῖν, ἔφη, τὸν κάλαμον, αὐτόκρατορ, τοῖς Φαρίταις καὶ Κανωβίταις ἁλιεῦσιν· ἡ δὲ σὴ θήρα πόλεις εἰσὶ καὶ βασιλεῖαι καὶ ἤπειροι.

---

Plutarch, Ἀντώνιος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg058.local001/.
