Ancient Greek
42.1 to 42.2
Plutarch, Ἀντώνιος 42.1-2
Not analysed yet
ἐκ τούτου μαθὼν ὁ Ἀντώνιος ὃ ποιεῖν ἔδει, πολλοῖς ἀκοντισταῖς καὶ σφενδονήταις οὐ μόνον τὴν οὐραγίαν, ἀλλὰ καὶ τὰς πλευρὰς ἑκατέρας στομώσας ἐν πλαισίῳ τὸν στρατὸν ἦγε, καὶ τοῖς ἱππόταις εἴρητο προσβάλλοντας τρέπεσθαι, τρεψαμένους δὲ μὴ πόρρω διώκειν, ὥστε τοὺς Πάρθους τὰς ἐφεξῆς τέσσαρας ἡμέρας οὐθὲν πλέον δράσαντας ἢ παθόντας ἀμβλυτέρους γεγονέναι καὶ τὸν χειμῶνα ποιουμένους πρόφασιν ἀπιέναι διανοεῖσθαι. τῇ δὲ πέμπτῃ Φλαούϊος Γάλλος, ἀνὴρ πολεμικὸς καὶ δραστήριος ἐφʼ ἡγεμονίας τεταγμένος, ᾔτησεν Ἀντώνιον προσελθὼν πλείονας ψιλοὺς ἀπʼ οὐρᾶς, καὶ τῶν ἀπὸ τοῦ στόματος ἱππέων τινὰς ὡς μέγα κατόρθωμα ποιήσων. δόντος δὲ προσβάλλοντας ἀνέκοπτε τοὺς πολεμίους, οὐχ, ὡς πρότερον, ὑπάγων ἅμα πρὸς τοὺς ὁπλίτας καὶ ἀναχωρῶν, ἀλλὰ ὑφιστάμενος καὶ συμπλεκόμενος παραβολώτερον.