Ancient Greek · ~2 min
Chapter 42
Plutarch, Ἀντώνιος 42.4
Not analysed yet
βαλλόμενος δὲ πανταχόθεν ἐκάλει πέμπων ἀρωγήν. οἱ δὲ τοὺς ὁπλίτας ἄγοντες, ὧν καὶ Κανίδιος ἦν, ἀνὴρ παρὰ Ἀντωνίῳ δυνάμενος μέγιστον, οὐ μικρὰ δοκοῦσι διαμαρτεῖν. δέον γὰρ ἀθρόαν ἐπιστρέψαι τὴν φάλαγγα, πέμποντες κατʼ ὀλίγους ἐπιβοηθοῦντας, καὶ πάλιν ἡττωμένων τούτων ἑτέρους ἀποστέλλοντες, ἔλαθον ὀλίγου δεῖν ἥττης καὶ φυγῆς ὅλον ἀναπλήσαντες τὸ στρατόπεδον, εἰ μὴ ταχὺ μὲν αὐτὸς Ἀντώνιος μετὰ τῶν ὅπλων ἀπὸ τοῦ στόματος ἧκεν ὑπαντιάζων, ταχὺ δὲ τὸ τρίτον τάγμα διὰ τῶν φευγόντων ἐπὶ τοὺς πολεμίους ὠσάμενον ἔσχε τοῦ πρόσω διώκειν.