Ancient Greek · ~2 min
5.2 to 5.3
Plutarch, Ἀντώνιος 5.2-3
Not analysed yet
ὁ δὲ εὐθὺς εἰς τὴν ἀρχὴν παρελθὼν οὐ μικρὸν ἦν ὄφελος τοῖς πολιτευομένοις ὑπὲρ Καίσαρος. ἀλλὰ πρῶτον μὲν Μαρκέλλου τοῦ ὑπάτου Πομπηΐῳ τούς τε συνειλεγμένους ἤδη στρατιώτας παρεγγυῶντος καὶ καταλέγειν ἑτέρους διδόντος ἐμποδὼν ἔστη, διάταγμα γράψας ὅπως ἡ μὲν ἠθροισμένη δύναμις εἰς Συρίαν πλέῃ καὶ Βύβλῳ βοηθῇ πολεμοῦντι Πάρθοις, οὓς δὲ Πομπήϊος καταλέγει, μὴ προσέχωσιν αὐτῷ· δεύτερον δὲ τὰς Καίσαρος ἐπιστολὰς οὐ προσιεμένων οὐδὲ ἐώντων ἀναγινώσκεσθαι τῶν συγκλητικῶν, αὐτὸς ἰσχύων διὰ τὸ ἄρχειν ἀνέγνω, καὶ πολλοὺς μετέστησε τῇ γνώμῃ, δίκαια καὶ μέτρια Καίσαρος ἀξιοῦν ἀφʼ ὧν ἔγραψε δόξαντος.