Ancient Greek · ~1 min
Chapter 55
Plutarch, Ἀντώνιος 55.2
Not analysed yet
ἐπὶ πᾶσιν, ὅτι τοῖς αὑτοῦ στρατιώταις ἅπασαν ὀλίγου δεῖν Ἰταλίαν κατακεκληρούχηκε, μηδὲν λιπὼν τοῖς ἐκείνου. πρὸς ταῦτα Καῖσαρ ἀπελογεῖτο Λέπιδον μὲν ὑβρίζοντα καταπαῦσαι τῆς ἀρχῆς, ἃ δὲ ἔσχηκε πολεμήσας, νεμήσεσθαι πρὸς Ἀντώνιον ὅταν κἀκεῖνος Ἀρμενίαν πρὸς αὐτόν· τοῖς δὲ στρατιώταις Ἰταλίας μὴ μετεῖναι· Μηδίαν γὰρ ἔχειν καὶ Παρθίαν αὐτούς, ἃς προσεκτήσαντο Ῥωμαίοις καλῶς ἀγωνισάμενοι μετὰ τοῦ αὐτοκράτορος.