Ancient Greek · ~2 min
Chapter 63
Plutarch, Ἀντώνιος 63.2
Not analysed yet
καὶ Καῖσαρ μὲν οὕτω καταστρατηγηθεὶς ἀπεχώρησεν. ἔδοξε δὲ καὶ τὸ ὕδωρ εὐμηχάνως ἐρύμασί τισιν ἐμπεριλαβὼν ἀφελέσθαι τοὺς πολεμίους, τῶν ἐν κύκλῳ χωρίων ὀλίγον καὶ πονηρὸν ἐχόντων. εὐγνωμόνως δὲ καὶ Δομιτίῳ προσηνέχθη παρὰ τὴν Κλεοπάτρας γνώμην. ἐπεὶ γὰρ ἐκεῖνος ἤδη πυρέττων εἰς μικρὸν ἐμβὰς ἀκάτιον πρὸς Καίσαρα μετέστη, βαρέως ἐνεγκὼν ὁ Ἀντώνιος ὅμως πᾶσαν αὐτῷ τὴν ἀποσκευὴν μετὰ τῶν φίλων καὶ τῶν θεραπόντων ἀπέπεμψε.