Ancient Greek · ~2 min
Chapter 65
Plutarch, Ἀντώνιος 65.4
Not analysed yet
ἐπιδὼν δὲ τὴν ἄλλην παράταξιν, ἐν πλοίῳ πρὸς τὸ δεξιὸν κομισθεὶς ἐθαύμασεν ἀτρεμοῦντας ἐν τοῖς στενοῖς τοὺς πολεμίους· ἡ γὰρ ὄψις ἦν τῶν νεῶν ἐπʼ ἀγκύραις ὁρμουσῶν. καὶ τοῦτο μέχρι πολλοῦ πεπεισμένος ἀνεῖχε τὰς ἑαυτοῦ περὶ ὀκτὼ στάδια τῶν ἐναντίων ἀφεστώσας. ἕκτη δὲ ἦν ὥρα, καὶ πνεύματος αἰρομένου πελαγίου δυσανασχετοῦντες οἱ Ἀντωνίου πρὸς τὴν διατριβήν, καὶ τοῖς ὕψεσι καὶ μεγέθεσι τῶν οἰκείων νεῶν πεποιθότες ὡς ἀπροσμάχοις, τὸ εὐώνυμον ἐκίνησαν·