Ancient Greek · ~1 min
Chapter 70
Plutarch, Ἀντώνιος 70.4
Not analysed yet
ἦν δʼ ἐπιγεγραμμένον· ἐνθάδʼ ἀπορρήξας ψυχὴν βαρυδαίμονα κεῖμαι. τοὔνομα δʼ οὐ πεύσεσθε, κακοὶ δὲ κακῶς ἀπόλοισθε. καὶ τοῦτο μὲν αὐτὸν ἔτι ζῶντα πεποιηκέναι λέγουσι, τὸ δὲ περιφερόμενον Καλλιμάχειόν ἐστι· Τίμων μισάνθ ρωπος ἐνοικέω. ἀλλὰ πάρελθε, οἰμώζειν εἴπας πολλὰ πάρελθε μόνον.