Ancient Greek
Chapter 76
Plutarch, Ἀντώνιος 76.5
Not analysed yet
ἦν δὲ οὐκ εὐθυθάνατος ἡ πληγή. διὸ καὶ τῆς φορᾶς τοῦ αἵματος, ἐπεὶ κατεκλίθη, παυσαμένης, ἀναλαβὼν ἐδεῖτο τῶν παρόντων ἐπισφάττειν αὐτόν. οἱ δὲ ἔφευγον ἐκ τοῦ δωματίου βοῶντος καὶ σφαδάζοντος, ἄχρι οὗ παρὰ Κλεοπάτρας ἧκε Διομήδης ὁ γραμματεύς, κομίζειν αὐτὸν ὡς ἐκείνην εἰς τὸν τάφον κελευσθείς.