Ancient Greek · ~1 min
Chapter 79
Plutarch, Ἀντώνιος 79.1
Not analysed yet
ὡς δὲ κατιδὼν τὸν τόπον ἀπήγγειλε Καίσαρι, Γάλλος μὲν ἐπέμφθη πάλιν ἐντευξόμενος αὐτῇ· καὶ πρὸς τὰς θύρας ἐλθὼν ἐπίτηδες ἐμήκυνε τὸν λόγον. ἐν τούτῳ δὲ Προκλήϊος κλίμακος προστεθείσης διὰ τῆς θυρίδος εἰσῆλθεν ᾗ τὸν Ἀντώνιον αἱ γυναῖκες ἐδέξαντο. καὶ πρὸς τὰς θύρας αὐτὰς εὐθύς, αἷς ἡ Κλεοπάτρα παρειστήκει προσέχουσα τῷ Γάλλῳ, κατέβαινεν ὑπηρέτας ἔχων δύο μεθʼ αὑτοῦ.