Ancient Greek
Chapter 79
Plutarch, Ἀντώνιος 79.3
Not analysed yet
ἅμα δὲ καὶ τὸ ξίφος αὐτῆς παρείλετο, καὶ τὴν ἐσθῆτα, μὴ κρύπτοι τι φάρμακον, ἐξέσεισεν. ἐπέμφθη δὲ καὶ παρὰ Καίσαρος τῶν ἀπελευθέρων Ἐπαφρόδιτος, ᾧ προσετέτακτο ζῶσαν αὐτὴν φυλάττειν ἰσχυρῶς ἐπιμελόμενον, τἆλλα δὲ πρὸς τὸ ῥᾷστον ἐνδιδόναι καὶ ἥδιστον.