Ancient Greek · ~3 min
84.3 to 84.4
Plutarch, Ἀντώνιος 84.3-4
Not analysed yet
ἄλλας δὲ μὴ προσδέχου τιμὰς ἢ χοάς· ἀλλʼ αὗταί σοι τελευταῖαι Κλεοπάτρας ἀγομένης. ζῶντας μὲν γὰρ ἡμᾶς οὐθὲν ἀλλήλων διέστησε, κινδυνεύομεν δὲ τῷ θανάτῳ διαμείψασθαι τοὺς τόπους· σὺ μὲν ὁ Ῥωμαῖος ἐνταῦθα κείμενος, ἐγὼ δʼ ἡ δύστηνος ἐν Ἰταλίᾳ, τοσοῦτο τῆς σῆς μεταλαβοῦσα χώρας μόνον. ἀλλʼ εἰ δή τις τῶν ἐκεῖ θεῶν ἀλκὴ καὶ δύναμις (οἱ γὰρ ἐνταῦθα προὔδωκαν ἡμᾶς), μὴ πρόῃ ζῶσαν τὴν σεαυτοῦ γυναῖκα, μηδʼ ἐν ἐμοὶ περΐδῃς θριαμβευόμενον σεαυτόν, ἀλλʼ ἐνταῦθά με κρύψον μετὰ σεαυτοῦ καὶ σύνθαψον, ὡς ἐμοὶ μυρίων κακῶν ὄντων οὐδὲν οὕτω μέγα καὶ δεινόν ἐστιν ὡς ὁ βραχὺς οὗτος χρόνος ὃν σοῦ χωρὶς ἔζηκα.