Ancient Greek · ~2 min
9.5 to 9.6
Plutarch, Ἀντώνιος 9.5-6
Not analysed yet
ἐλύπουν δὲ καὶ χρυσῶν ἐκπωμάτων ὥσπερ ἐν πομπαῖς ταῖς ἀποδημίαις διαφερομένων ὄψεις, καὶ στάσεις ἐνόδιοι σκηνῶν, καὶ πρὸς ἄλσεσι καὶ ποταμοῖς ἀρίστων πολυτελῶν διαθέσεις, καὶ λέοντες ἅρμασιν ὑπεζευγμένοι, καὶ σωφρόνων ἀνδρῶν καὶ γυναικῶν οἰκίαι χαμαιτύπαις καὶ σαμβυκιστρίαις ἐπισταθμευόμεναι. δεινὸν γὰρ ἐποιοῦντο Καίσαρα μὲν αὐτὸν ἔξω τῆς Ἰταλίας θυραυλεῖν, τὰ περιόντα τοῦ πολέμου μεγάλοις πόνοις καὶ κινδύνοις ἀνακαθαιρόμενον, ἑτέρους δὲ δι’ ἐκεῖνον τρυφᾶν τοῖς πολίταις ἐνυβρίζοντας.