# Apophthegmata Laconica 1-8

Plutarch, Apophthegmata Laconica, Ἀκρότατος. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-17/1-8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/plutarch/text-17/1-8
CTS URN: urn:cts:greekLit:tlg0007.tlg082:1-8

Ἀκρότατος, ἐπεὶ οἱ γονεῖς αὐτὸν ἄδικόν τι συμπρᾶξαι αὐτοῖς ἠξίουν; μέχρι τινὸς ἀντέλεγεν· ὡς δὲ ἐνέκειντο, εἶπεν, ἕως μὲν παρʼ ὑμῖν ἦν, οὐκ ἠπιστάμην δικαιοσύνης οὐδεμίαν ἔννοιαν· ἐπεὶ δὲ με τῇ πατρίδι παρέδοτε καὶ τοῖς ταύτης νόμοις, ἔτι δὲ δικαιοσύνῃ καὶ καλοκαγαθίᾳ ἐπαιδεύσατε ὡς ἐδύνασθε, τούτοις πειράσομαι μᾶλλον ἢ ὑμῖν ἕπεσθαι· καὶ ἐπεὶ θέλετε μʼ ἄριστα πράττειν, ἄριστα δὲ τὰ δίκαιά ἐστι καὶ ἰδιώτῃ καὶ πολὺ μᾶλλον ἄρχοντι, πράξω ἃ θέλετε· ἃ δὲ λέγετε παραιτήσομαι.

---

Plutarch, Ἀποφθέγματα Λακωνικά, ed. Frank Cole Babbitt. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg082.local001/.
