# Ἀποφθέγματα Λακωνικά 8-11

Plutarch, Ἀποφθέγματα Λακωνικά, 8 to 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-17/8

ἐρωτηθεὶς δὲ διὰ τί οὐκ ἐχρήσατο νόμοις ἐγγράφοις, ὅτι, ἔφη, οἱ πεπαιδευμένοι καὶ ἀχθέντες τῇ προσηκούσῃ ἀγωγῇ τὸ τοῦ καιροῦ χρήσιμον δοκιμάζουσι. πάλιν δʼ ἐπιζητούντων τινῶν, διὰ τί ὀροφὴν ἀπὸ πελέκεως ταῖς οἰκίαις ἐπιτιθέναι προσέταξε, θύραν δὲ ἀπὸ πρίονος μόνου καὶ μηδενὸς τῶν ἄλλων ἐργαλείων, ὅπως ἄν, ἔφη, μετριάζοιεν οἱ πολῖται περὶ πάντα, ὅσα εἰς τὴν οἰκίαν εἰσάγουσι, καὶ μηδὲν τῶν παρʼ ἄλλοις ζηλουμένων ἔχωσιν. ἐκ δὲ ταύτης τῆς συνηθείας φασὶ καὶ Λεωτυχίδην τὸν πρῶτον βασιλέα δειπνοῦντα παρά τινι, καὶ θεασάμενον τῆς στέγης τοῦ οἴκου τὴν παρασκευὴν πολυτελῆ καὶ φατνωματικήν, ἐρωτῆσαι τὸν ξένον εἰ τετράγωνα παρʼ αὐτοῖς ξύλα φύεται. ἐρωτηθεὶς δὲ διὰ τί ἐκώλυσεν ἐπὶ τοὺς αὐτοὺς πολεμίους πολλάκις στρατεύεσθαι, ἔφη, ἵνα μὴ πολλάκις ἀμύνεσθαι συνεθιζόμενοι ἔμπειροι πολέμου γένωνται. διὸ καὶ Ἀγησιλάου ἔγκλημα οὐ βραχὺ ἔδοξεν εἶναι, ταῖς εἰς τὴν Βοιωτίαν συνεχέσιν εἰσβολαῖς καὶ στρατείαις τοὺς Θηβαίους ἀντιπάλους Λακεδαιμονίοις κατασκευάσαντος. τετρωμένον γοῦν ἰδὼν αὐτὸν Ἀνταλκίδας, καλά, εἶπε, τροφεῖα ἀπέχεις, μὴ βουλομένους αὐτοὺς μηδὲ εἰδότας μάχεσθαι διδάξας.

---

Plutarch, Ἀποφθέγματα Λακωνικά, ed. Frank Cole Babbitt. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg082.local001/.
