Ancient Greek · ~2 min
Chapter 1
Plutarch, Ἄρατος 1.2
Not analysed yet
καί φησι τοὺς ἀφʼ αὑτῶν οὐδενὸς ἀξίους ὄντας, ὑποδυομένους δὲ προγόνων τινῶν ἀρεταῖς καί πλεονάζοντας ἐν τοῖς ἐκείνων ἐπαίνοις ὑπὸ τῆς παροιμίας ἐπιστομίζεσθαι· ἀλλʼ ᾧ γε φύσει τὸ γενναῖον ἐπιπρέπει ἐκ πατέρων, κατὰ Πίνδαρον, ὥσπερ σοί πρὸς τὸ κάλλιστον ἀφομοιοῦντι τῶν οἴκοθεν παραδειγμάτων τὸν βίον, εὔδαιμον ἂν εἴη τὸ μεμνῆσθαι τῶν ἀπὸ γένους ἀρίστων, ἀκούοντας περὶ αὑτῶν ἀεί τι καί λέγοντας.