# Aratus 11

Plutarch, Aratus, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-19/11
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/plutarch/text-19/11
CTS URN: urn:cts:greekLit:tlg0007.tlg063:11

ὁ δὲ Ἄρατος, ἐπεὶ κατέμιξε τοῖς Ἀχαιοῖς ἑαυτὸν καὶ τὴν πόλιν, ἐν τοῖς ἱππεῦσι στρατευόμενος ἠγαπᾶτο διʼ εὐπείθειαν ὑπὸ τῶν ἀρχόντων, ὅτι, καίπερ συμβολὰς τῷ κοινῷ μεγάλας δεδωκὼς τὴν ἑαυτοῦ δόξαν καὶ τὴν τῆς πατρίδος δύναμιν, ὡς ἑνὶ τῶν ἐπιτυχόντων χρῆσθαι παρεῖχεν αὑτῷ τὸν ἀεὶ στρατηγοῦντα τῶν Ἀχαιῶν, εἴτε Δυμαῖος, εἴτε Τριταιεὺς, εἴτε μικροτέρας τινὸς ὢν τύχοι πόλεως. ἧκε δὲ αὐτῷ καὶ χρημάτων δωρεὰ παρὰ τοῦ βασιλέως πέντε καὶ εἴκοσι τάλαντα, ταῦτα ἔλαβε μὲν ὁ Ἄρατος, λαβὼν δὲ τοῖς ἑαυτοῦ πολίταις ἐπέδωκεν ἀπορουμένοις εἴς τε τἆλλα καὶ λύτρωσιν αἰχμαλώτων.

---

Plutarch, Ἄρατος, ed. Bernadotte Perrin. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg063.local001/.
