Ancient Greek · ~2 min
Chapter 14
Plutarch, Ἄρατος 14.1
Not analysed yet
ἦν μὲν οὖν μέγα καὶ τὸ χρήματα τοσαῦτα πορίσαι τοῖς πολίταις, ὅσων μικρὸν μέρος ἄλλοι στρατηγοὶ καὶ δημαγωγοὶ λαμβάνοντες παρὰ βασιλέων ἠδίκουν καὶ κατεδουλοῦντο καὶ προέπινον αὐτοῖς τὰς πατρίδας, μείζων δὲ ἡ διὰ τῶν χρημάτων τούτων κατασκευασθεῖσα τοῖς μὲν ἀπόροις πρὸς τοὺς πλουσίους διάλυσις καὶ ὁμόνοια, τῷ δὲ δήμῳ παντὶ σωτηρία καὶ ἀσφάλεια, θαυμαστὴ δὲ ἡ τοῦ ἀνδρὸς ἐν δυνάμει τοσαύτῃ μετριότης.