Ancient Greek
Chapter 20
Plutarch, Ἄρατος 20.2
Not analysed yet
ἐλθὼν οὖν ὅπου συνετέτακτο, τὸν Ἐργῖνον ὡς ἀφιξόμενον μετὰ τὸν Διοκλέους ἀνέμενε πρὸ τῆς πόλεως πρὸ τοῦ καλουμένου Ὄρνιθος, ἐν δὲ τούτῳ πρῶτος ἀδελφὸς Ἐργίνου καὶ Διοκλέους ὄνομα Διονύσιος οὐ συνειδὼς τὴν πρᾶξιν οὐδὲ κοινωνῶν, ὅμοιος δὲ τῷ Διοκλεῖ, προσῄει κατὰ τύχην. ὁ δὲ Τέχνων πρὸς τὰ σημεῖα τῆς μορφῆς τῇ ὁμοιότητι κινηθείς ἠρώτησε τὸν ἄνθρωπον εἴ τι συμβόλαιον αὐτῷ πρὸς Ἐργῖνον εἴη.