Ancient Greek · ~2 min
Chapter 22
Plutarch, Ἄρατος 22.1
Not analysed yet
ἐν τούτῳ δὲ ὁ μὲν Ἄρατος ἐμφὺς τῇ πορείᾳ παρὰ τὸ κρημνῶδες ἡμιλλᾶτο, βραδέως καὶ ταλαιπώρως τὸ πρῶτον, οὐ κατακρατῶν, ἀλλʼ ἀποπλανώμενος τοῦ τρίβου παντάπασιν ἐνδεδυκότος καὶ πεοισκιαζομένου ταῖς τραχύτησι καὶ διὰ πολλῶν ἑλιγμῶν καὶ παραβολῶν περαίνοντος πρὸς τὸ τεῖχος, εἶτα θαυμάσιον οἷον ἡ σελήνη λέγεται διαστέλλουσα τὰ νέφη καὶ ὑπολαμποῦσα, τῆς ὁδοῦ τὸ χαλεπώτατον σαφηνίζειν, ἕως ἥψατο τοῦ τείχους καθʼ ὃν ἔδει τόπον· ἐκεῖ δὲ πάλιν συνεσκίασε καὶ ἀπέκρυψε νεφῶν συνελθόντων.