Ancient Greek · ~2 min
Chapter 22
Plutarch, Ἄρατος 22.3
Not analysed yet
βαλλομένων γὰρ ἀπὸ τῆς ἄκρας ἤδη τῶν περὶ τὸν Ἄρατον καὶ μαχομένων, ἀλαλαγμὸς ἐναγώνιος ἐχώρει κάτω, καὶ κραυγὴ περιήχει, διὰ τὴν ἀπὸ τῶν ὀρῶν ἀνάκλασιν συγκεχυμένη καὶ ἄδηλος ὅθεν εἴληφε τὴν ἀρχήν, διαπορούντων δὲ αὐτῶν ἐφʼ ὅ τι χρὴ τραπέσθαι μέρος, Ἀρχέλαος ὁ τῶν βασιλικῶν ἡγεμὼν στρατιώτας ἔχων πολλοὺς μετὰ κραυγῆς ἀνέβαινε καὶ σαλπίγγων, ἐπιφερόμενος τοῖς περὶ τὸν Ἄρατον, καὶ παρήλλαττε τοὺς τριακοσίους.