Ancient Greek · ~2 min
22.5 to 22.6
Plutarch, Ἄρατος 22.5-6
Not analysed yet
οἱ δὲ εὐθὺς ἐκέλευον ἡγεῖσθαι· καὶ προσβαίνοντες ἅμα φωνῇ διεσήμαινον ἑαυτούς, ἐπιθαρρύνοντες τοὺς φίλους· ἥ τε πανσέληνος ἀπέφαινε τὰ ὅπλα πλείονα φαινόμενα τοῖς πολεμίοις διὰ τὸ μῆκος τῆς πορείας, καὶ τὸ τῆς νυκτὸς ἠχῶδες τὸν ἀλαλαγμὸν ἀπὸ πολλαπλασιόνων ἢ τοσούτων ἐποίει δοκεῖν φέρεσθαι. τέλος δὲ συνερείσαντες ἐξωθοῦσι τοὺς πολεμίους καὶ καθυπέρτεροι τῆς ἄκρας ἦσαν καὶ τὸ φρούριον εἶχον, ἡμέρας ἤδη διαυγούσης, ὅ τε ἥλιος εὐθὺς ἐπέλαμπε τῷ ἔργῳ, καὶ παρῆν ἐκ Σικυῶνος ἡ λοιπὴ δύναμις τῷ Ἀράτῳ, δεχομένων κατὰ πύλας τῶν Κορινθίων προθύμως καὶ τοὺς βασιλικοὺς συλλαμβανόντων.