Ancient Greek · ~2 min
26.1 to 26.2
Plutarch, Ἄρατος 26.1-2
Not analysed yet
ἐκεῖνος γὰρ Ἀντίγονον μὲν ἔχων σύμμαχον, τρέφων δὲ πολλοὺς ἕνεκα τῆς τοῦ σώματος ἀσφαλείας, οὐδένα δὲ ἐν τῇ πόλει ζῶντα τῶν ἐχθρῶν ὑπολελοιπώς, τοὺς μὲν δορυφόρους καὶ φύλακας ἔξω παρεμβάλλειν ἐκέλευεν ἐν τῷ περιστύλῳ, τοὺς δὲ οἰκέτας, ὁπότε δειπνήσαι, τάχιστα πάντας ἐξελαύνων καὶ τὴν μέταυλον ἀποκλείων μετὰ τῆς ἐρωμένης αὐτὸς εἰς οἴκημα κατεδύετο μικρὸν ὑπερῷον, θύρᾳ καταρρακτῇ κλειόμενον· ἧς ὑπεράνω τὴν κλίνην ἐπιτιθεὶς ἐκάθευδεν, ὡς εἰκὸς καθεύδειν τὸν οὕτως ἔχοντα, ταραχωδῶς καὶ περιφόβως.