Ancient Greek · ~1 min
Chapter 27
Plutarch, Ἄρατος 27.1
Not analysed yet
πρὸς δʼ οὖν τὸν Ἀρίστιππον ὁ Ἄρατος καὶ κρύφα πολλάκις καὶ φανερῶς προσέπταισεν ἐπιχειρήσας καταλαμβάνειν τὸ Ἄργος, ἅπαξ δὲ κλίμακας προσθεὶς μετʼ ὀλίγων ἐπὶ τὸ τεῖχος ἀνέβη παραβόλως, καὶ τοὺς βοηθοῦντας ἐνταῦθα τῶν φυλάκων ἀπέκτεινεν.